Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.126 Dem. 20.128 (English) >>Dem. 20.131

20.127γράφων γὰρ ἀρχὴν τοῦ νόμουΛεπτίνης εἶπενφησίν, “ὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσιν, ἀτελῆ μηδένʼ εἶναι πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” καίτοι εἰ ἦν ἱερῶν ἀτέλειαν ἔχειν ταὐτὸ καὶ λῃτουργιῶν, τί τοῦτο μαθὼν προσέγραψεν; οὐδὲ γὰρ τούτοις ἀτέλεια τῶν γʼ ἱερῶν ἐστιν δεδομένη. ἵνα δʼ εἰδῆθʼ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, λαβέ μοι πρῶτον μὲν τῆς στήλης τἀντίγραφα, εἶτα τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου. λέγε.Ἀντίγραφα Στήλης

20.128ἀκούετε τῶν ἀντιγράφων τῆς στήλης, ἄνδρες Ἀθηναῖοι, ἀτελεῖς αὐτοὺς εἶναι κελευόντων πλὴν ἱερῶν. λέγε δὴ τὴν ἀρχὴν τοῦ νόμου τοῦ Λεπτίνου.Νόμος

καλῶς· κατάθες. γράψαςὅπως ἂν οἱ πλουσιώτατοι λῃτουργῶσι,” “μηδένʼ εἶναιπροσέγραψενἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” τίνος ἕνεκα, εἴ γε τὸ τῶν ἱερῶν τέλος ἐστὶ λῃτουργεῖν; αὐτὸς γὰρ οὑτωσὶ τἀναντία τῇ στήλῃ γεγραφώς, ἂν τοῦτο λέγῃ, φανήσεται. 20.129ἡδέως δʼ ἂν ἔγωγʼ ἐροίμην Λεπτίνην· τίνος αὐτοῖς τὴν ἀτέλειαν σὺ νῦν καταλείπειν φήσεις ἐκείνους τότε δοῦναι, τὰς λῃτουργίας ὅταν εἶναι φῇς ἱερῶν; τῶν μὲν γὰρ εἰς τὸν πόλεμον πασῶν εἰσφορῶν καὶ τριηραρχιῶν ἐκ τῶν παλαιῶν νόμων οὐκ εἴσʼ ἀτελεῖς· τῶν δὲ λῃτουργιῶν, εἴπερ εἴσʼ ἱερῶν, οὐδʼ ἔχουσιν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.126 Dem. 20.128 (English) >>Dem. 20.131

Powered by PhiloLogic